Κροῖσος καὶ Σόλων.
Κροῖσος ὁ Λυδῶν βασιλεὺς πλουσιώτατος
καὶ κράτιστος
ἐνομίζετο εἶναι. Ἧκε δέ ποτε εἰς Σάρδεις Σόλων ὁ Αθηναῖος. Τοῦτον ὁ βασιλεὺς προθυμότατα
καὶ λαμπρότατα
ἐξένισεν1, ἐκέλευσε δὲ τοὺς θεράποντας τὸν
ξένον περιάγειν κατὰ τοὺς μεγίστους
θησαυρούς. ῎Επειτα δὲ λέγει αὐτῷ· «῏Ω ξένε Ἀθηναῖε, σὺ μάλιστα
προέχεις2 σοφίᾳ πάντων Ἀθηναίων· σωφρονέστερον
καὶ δικαιότερον
παντὸς ἄλλου κρίνεις. Βούλομαι ἀκούειν σου, εἰ νομίζεις ἄλλον εὐδαιμονέστατον».
Σόλων δ’ οὐ τὰ ἡδίω,
ἀλλὰ τὰ ἀληθέστερα
προκρίνων ἀποκρίνεται. «Οὐκ ἀεὶ οἱ τύραννοι εὐδαίμονές εἰσιν· οὗτοι γὰρ τῶν μεγίστων
μὲν ἀγαθῶν ἐλάχιστα
μετέχουσι, τῶν μεγίστων
δὲ κακῶν πλεῖστον
μεταλαμβάνουσιν. Ἐγὼ πλέον
σοῦ μακαρίζω τοὺς παῖδας τῆς Ἀργείας ἱερείας Κλέοβιν καὶ Βίτωνα. Οὗτοι πάντων
τῶν Ἀργείων ἐρρωμενέστατοι
ἦσαν καὶ ἐν τοῖς ἀγῶσιν οὐδενὸς χείρους,
ἆθλα δὲ πλεῖστα
καὶ λαμπρότατα
ἐλάμβανον. Διὸ καὶ εὐνούστατοι3
αὐτοῖς οἱ θεοὶ ἦσαν· οὔσης γὰρ ἑορτῆς τῆ Ἥρα, ἐπεὶ οἱ βόες ἐκ τοῦ ἀγροῦ οὐ
παρῆσαν, οἱ νεανίαι ἐλαύνοντες τὴν ἱερὰν ἅμαξαν μετὰ τῆς μητρὸς εἰς τὸ ἱερὸν
κομίζουσιν θᾶττον
τῶν βοῶν. Διὸ καὶ ἀρίστη
ἡ τελευτὴ τοῦ βίου ἦν αὐτοῖς· δῶρον γὰρ μέγιστον
καὶ ἥδιστον
πέμπουσιν οἱ θεοὶ θάνατον· μετὰ γὰρ τὴν ἑορτὴν νήδυμος4
ὕπνος καταλαμβάνει αὐτούς».
Σημειώσεις: 1.
φιλοξένησε, 2. υπερέχεις, 3. ευμενείς, 4. γλυκός, βαθύς