Να εντοπίσετε στο κείμενο τύπους δευτεροκλίτων συνηρημένων ουσιαστικών και επιθέτων

Βρες τους 2 τύπους

Τίς δὲ τῶν τε κιόνων καὶ λίθων διαριθμήσαιτο τὴν εὐπρέπειαν, οἷς τὸ ἱερὸν κεκαλλώπισται; Λειμῶνί τις ἂν ἐντετυχηκέναι δόξειεν ὡραίῳ τὸ ἄνθος. Θαυμάσειε γὰρ ἂν εἰκότως τῶν μὲν τὸ ἁλουργόν, τῶν δὲ τὸ χλοάζον, καὶ οἷς τὸ ἐπανθεῖ καὶ ὧν τὸ λευκὸν ἀπαστράπτει, ἔτι μέντοι καὶ οὓς ταῖς ἐναντιωτάταις ποικίλλει χροιαῖς ὥσπερ τις ζωγράφος ἡ φύσις. Ὁπηνίκα δέ τις εὐξόμενος ἐς αὐτὸ ἴοι, ξυνίησι μὲν εὐθὺς ὡς οὐκ ἀνθρωπείᾳ δυνάμει ἢ τέχνῃ, ἀλλὰ θεοῦ ῥοπῇ τὸ ἔργον τοῦτο ἀποτετόρνευται· ὁ δέ οἱ πρὸς τὸν θεὸν ἐπαιρόμενος ἀεροβατεῖ, οὐ μακράν που ἡγούμενος αὐτὸν εἶναι, ἀλλ’ ἐμφιλοχωρεῖν μάλιστα οἷς αὐτὸς εἵλετο.

Προκόπιος Κασαρεύς, Περί κτισμάτων Α, α’ 59-61