Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 23 Νοεμβρίου 2025, Κυριακὴ ΚΔ΄ Ἐπιστολῶν (Ἐφεσ. β΄ 14-22)

14 αὐτὸς γάρ ἐστιν ἡ εἰρή­νη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, 15 τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, 16 καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· 17 καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, 18 ὅτι δι’ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. 19 ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, 20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, 21 ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· 22 ἐν ᾧ καὶ ὑμεῖς συνοικοδο­μεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.

 
 

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 23 Νοεμβρίου 2025, Κυριακὴ Θ΄ Λουκᾶ (Λουκ. ιβ΄ 16-21)

Eἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύ­την· ἀνθρώπου τι­νὸς πλουσίου εὐφόρησεν ἡ χώρα· καὶ διελογίζετο ἐν ­ἑαυτῷ λέγων· τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; καὶ εἶ­πε· τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὰ γε­νήματά μου καὶ τὰ ἀγα­θά μου, καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐ­φραίνου. εἶπε δὲ αὐ­τῷ ὁ Θεός· ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀ­­παιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας τίνι ἔσται; οὕ­τως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς Θεὸν πλουτῶν. ταῦ­τα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκου­έτω.

 
 
  ΚΑΛΟ ΣΑΡΑΝΤΑΗΜΕΡΟ

Ἡ Δεομένη Μητέρα

« Παναγία μας, ὅταν μεσιτεύει πρός τόν Θεόν γιά τούς Χριστιανούς, αὐτή μεσιτεύει πρός τόν Υἱόν της διά τούς υἱούς της. Παρακαλεῖ λοιπόν τόν Θεό μέ τόση παρρησία, ὅση πρέπει νά ἔχη ἡ Μητέρα πρός τόν Υἱόν. Καί παρακαλεῖ γιά τούς χριστιανούς μέ τόση ἀγάπη, ὅση μιά Μάννα γιά τά παιδιά της. Ἀλλά ἡ δική της ἀγάπη καί ἡ παρρησία, εἶναι ἄπειρη. Τί θά ζητοῦσε ποτέ, καί θά λάμβανε ἀπό ἕναν τέτοιο Υἱό; Τί θά ζητούσαμε ἐμεῖς, καί δέν θά λαμβάναμε ἀπό μιά τέτοια Μητέρα;…

Ὀρφανοί, πού ἔχετε στερηθεῖ τούς γονεῖς σας· ξένοι, πού χάσατε τήν πατρίδα σας· ἄρρωστοι, θλιμμένοι, σκλαβωμένοι, ἁμαρτωλοί, μή λυπᾶσθε. Ἐσεῖς ἔχετε μητέρα τήν Μητέρα τοῦ Θεοῦ. Μητέρα πού σᾶς κυβερνᾶ στήν ὀρφάνια σας, πού σᾶς σκέπει στήν ξενιτειά σας, πού σᾶς τρέφει στήν πτώχεια σας, πού σᾶς δίδει τή γιατρειά στά πάθη, στίς θλίψεις τήν παρηγοριά, στή σκλαβιά τήν ἐλευθερία, στίς ἁμαρτίες τή συγχώρηση. Μή λυπᾶσθε· ἐσεῖς ἔχετε μητέρα τήν Μητέρα τοῦ Θεοῦ.

 
 

 Ὁ Ἅγιος εὐαγγελιστής Ματθαῖος

 
Ὁ Ἀπόστολος Ματθαῖος ἤ Λευί, ἦταν ἕνας ἐκ τῶν δώδεκα μαθητῶν καί ἀποστόλων τοῦ Ἰησοῦ Χριστόῦ. Ὁ ἴδιος ἀναφέρεται ἀπὸ ὅλους τοὺς εὐαγγελιστὲς στό μαθητικὸ κύκλο εἴτε ὡς 8ος στήν κατάταξη (Μάρκ. 3, 18. Λουκ. 6, 15), εἴτε ὡς 7ος (Ματθ. 10, 3. Πράξ. 1, 13), ἐνῶ ἐπίσης ἀναφέρεται μέ δύο χαρακτηριστικὰ ὀνόματα, δηλαδὴ πέραν τοῦ Ματθαῖος καί μέ τὸ Λευί. Οἱ πληροφορίες σχετικά μέ τὸν βίο του εἶναι λιγοστές. Ὁ ἴδιος κατατάσσεται ἀνάμεσα στούς τέσσερις εὐαγγελιστές, καθὼς εἶναι συντάκτης τοῦ πρώτου συνοπτικοῦ εὐαγγελίου, τοῦ ὀνομαζόμενου «Κατά Ματθαῖον Εὐαγγέλιον», ὅπου τὸν κατατάσσει ἀνάμεσα στούς γνωστότερους μαθητὲς τοῦ Κυρίου.

Ὅπως προαναφέρθηκε, ὁ ἀπόστολος καλεῖται ἐκτός ἀπὸ Ματθαῖος καὶ Λευί. Ἡ ἀναφορὰ στό ὄνομα Λευὶ γίνεται ἀπὸ τοὺς Μάρκ. 2,14 καὶ Λουκ.5, 27, ἐνῶ ὁ Λουκᾶς μᾶς ἀναφέρει πώς ἦταν καὶ υἱὸς τοῦ Ἀλφαίου. Ἡ ἀναφορὰ αὐτὴ δέν πρέπει νά συγχέεται μέ τὴν ἀναφορά πώς καὶ ὁ Ἀπόστολος Ἰάκωβος εἶχε πατέρα ὀνομαζόμενο Ἀλφαῖο, καθότι ἂν ἦταν ἀδέρφια θὰ μνημονεύονταν κατὰ τὸ παράδειγμα τοῦ Ἀνδρέα, τοῦ Πέτρου καί Ἰωάννη-Ἰακώβου. Σὲ ὅτι ἀφορᾶ κάποια πιθανὴ διαφοροποίησή του ὡς μαθητή τοῦ Κυρίου ἀπὸ ἕτερο μαθητή μέ τὸ ὄνομα Λευί, δὲν χωρᾶ ἀμφιβολία πώς ἀναφερόμαστε στὸ ἴδιο πρόσωπο. Χαρακτηριστικὲς εἶναι οἱ περιγραφὲς τῶν τριῶν εὐαγγελιστῶν πού προηγοῦνται τῆς κλήσης του, περιγράφοντας οὐσιαστικὰ τὰ ἴδια γεγονότα.

 
 

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 16 Νοεμβρίου 2025, Εὐαγγελιστοῦ Ματθαίου (Ρωμ. ι΄ 11 – ια΄ 2)

11 λέγει γὰρ ἡ γραφή· πᾶς ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ καταισχυνθήσεται. 12 οὐ γὰρ ἔστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· 13 πᾶς γὰρ ὃς ἂν ἐπικα­λέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. 14 πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; 15 πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; κα­θὼς γέ­γραπται· ὡς ὡ­ραῖ­οι οἱ πόδες τῶν ­εὐαγ­γελι­ζο­μέ­νων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά! 16 Ἀλλ᾿ οὐ πάντες ὑπή­κου­σαν τῷ εὐαγγελίῳ· Ἡ­σαΐας γὰρ λέγει· Κύριε, τίς ἐπί­στευ­σε τῇ ἀκοῇ ἡμῶν; 17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ρήματος Θεοῦ. 18 ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε εἰς πᾶ­­σαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγ­γος αὐτῶν, καὶ εἰς τὰ πέ­ρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτῶν. 19 ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω Ἰσραήλ; πρῶτος Μωϋσῆς λέγει· ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾿ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. 20 Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. 21 πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.

ια΄ 1 Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. 2 οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω.