Ἡ Θαυμαστή ἁλιεία

 (Λουκ. 5’ 1-11)

Αὐτὸ ἦταν ἕνα ἀπὸ τὰ περιστατικὰ ποὺ γίνονταν ὅταν συνάζονταν μεγάλα πλήθη γιὰ ν’ ἀκούσουν τὸ λόγο τοῦ Θεοῦ ἀπὸ τὰ χείλη τοῦ Χριστοῦ. Δὲν θὰ μποροῦσε νὰ διαλέξει καλλίτερο τόπο ἀπὸ μιὰ βάρκα, γιὰ νὰ Τὸν βλέπουν καὶ νὰ Τὸν ἀκοῦν ὅλοι. Στὴν παραλία ὑπῆρχαν δύο πλοιάρια κι οἱ ψαράδες ἀσχολοῦνταν μὲ τὸ πλύσιμο τῶν διχτυῶν. Τὰ πλοιάρια αὐτὰ ἦταν κλασσικὰ μικρὰ ψαροκάικα, σὰν κι αὐτὰ ποὺ χρησιμοποιοῦνται καὶ σήμερα στὴ λίμνη Γεννησαρέτ. Τὸ πλοιάριο ὅπου μπῆκε ὁ Κύριος ἀνῆκε στὸ Σίμωνα, τὸν μετέπειτα ἀπόστολο Πέτρο. Ὁ Κύριος ζήτησε ἀπὸ τὸ Σίμωνα ν’ ἀπομακρύνει λίγο τό πλοιάριο ἀπὸ τὴν ἀμμουδιὰ κι ἔπειτα κάθισε ἐκεῖ κι ἄρχισε νὰ διδάσκει τὰ πλήθη.

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 28 Σεπτεμβρίου 2025, ΙΣΤ΄ Κυριακῆς (Β΄ Κορ. ς΄ 1-10)

Συνεργοῦντες δὲ καὶ πα­­­ρα­καλοῦμεν μὴ εἰς κε­νὸν τὴν χάριν τοῦ Θεοῦ δέ­ξασθαι ὑμᾶς – 2 λέγει γάρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρό­σδεκτος, ἰδοὺ νῦν ἡμέρα σω­τηρίας – 3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, 4 ἀλλ᾿ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, 5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, 6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, 7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, 8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, 9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀπο­θνή­σκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, 10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 28 Σεπτεμβρίου 2025, Α΄ Λουκᾶ (Λουκ. ε΄ 1-11)

Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ ᾿Ιη­σοῦς παρὰ τὴν λίμνην Γεν­νη­σαρέτ, εἶδε δύο πλοῖα ἑστῶ­τα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀ­πο­βάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ­ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ρήματί σου χαλάσω τὸ δίκτυον. καὶ τοῦτο ποιήσαν­τες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυ­θίζεσθαι αὐτά. ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν ᾿Ιησοῦ λέγων· ἔξ­ελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, ὁμοίως δὲ καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ ᾿Ιησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

Στα μονοπάτια του Αγίου Όρους


Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 21 Σεπτεμβρίου 2025, μετὰ τὴν Ὕψωσιν (Γαλ. β΄ 16-20)

16 εδότες δ τι ο δικαι­οται νθρωπος ξ ργων νόμου ἐὰν μ δι πίστεως ησο Χριστο, κα μες ες Χριστν η­σον πι­στεύσαμεν, να δικαι­­ωθμεν κ πίστεως Χρι­στο κα οκ ξ ργων νόμου, διότι ο δικαιωθήσε­ται ξ ργων νόμου πσα σάρξ. 17 ε δ ζητοντες δικαιω­θναι ν Χριστ ερέθημεν κα ατο μαρτωλοί, ρα Χριστς μαρτίας διάκονος; μ γένοιτο. 18 ε γρ  κατέλυσα τατα πάλιν οκοδομ, παραβάτην μαυτν συνίστημι. 19 γ γρ δι νόμου νόμ πέθανον, να Θε ζήσω. 20 Χριστ συνεσταύρωμαι· ζ δ οκέτι γώ, ζ δ ν μο Χριστός·  δ νν ζ ν σαρκί, ν πίστει ζ τ το υο το Θεο το γαπήσαντός με κα παραδόντος αυτν πρ μο.

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 21 Σεπτεμβρίου 2025, Μετὰ τὴν Ὕψωσιν (Μάρκ. η΄ 34 – θ΄1)

Εἶπεν ὁ Κύριος· ὅστις ­θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυ­ρὸν αὐ­τοῦ, καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ἂν θέλῃ τὴν ­ψυ­χὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνε­κεν ἐμοῦ καὶ τοῦ εὐαγγελί­­ου, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελήσει ­ἄνθρωπον ἐὰν κερ­δήσῃ τὸν κόσμον ὅλον, καὶ ­ζημιωθῇ τὴν ψυχὴν αὐ­τοῦ; ἢ τί δώσει ­ἄνθρωπος ἀντάλ­λαγμα τῆς ψυχῆς αὐ­τοῦ; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γε­νεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁ­μαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀν­θρώπου ­ἐπαισχυνθήσεται αὐ­­­­­­τὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγ­γέ­λων τῶν ἁγίων. Καὶ ἔ­­λε­­­­­γεν αὐτοῖς· ἀμὴν λέ­γω ὑ­μῖν ὅτι εἰσί τινες τῶν ὧ­δε ἑ­στη­­κότων, οἵτινες οὐ μὴ γεύ­­­σων­­­ται θανάτου ἕως ἂν ἴ­δω­­­­σι τὴν βασιλείαν τοῦ Θεοῦ ­ἐληλυθυῖαν ἐν δυνάμει.