Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 28 Ἰανουαρίου 2024, ΛΒ΄ Κυριακῆς (Α΄ Τιμ. δ΄ 9-15)

Τέκνον Τιμόθεε, πι­στὸς ὁ λόγος καὶ πάσης ἀ­πο­δοχῆς ἄξιος· εἰς τοῦ­το γὰρ καὶ κοπιῶμεν καὶ ὀ­νειδιζό­μεθα, ὅτι ἠλ­πί­καμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀν­θρώ­πων, μάλιστα πι­­στῶν. Παράγγελλε ταῦ­τα καὶ δίδασκε. μη­δείς σου τῆς νεότητος καταφρονείτω, ἀλ­­λὰ τύπος γί­νου τῶν πιστῶν ἐν λό­γῳ, ἐν ἀναστροφῇ, ἐν ἀ­γάπῃ, ἐν πνεύματι, ἐν πί­­­στει, ἐν ἁγνείᾳ. ἕως ἔρ­χομαι πρόσεχε τῇ ἀ­ναγνώσει, τῇ παρακλή­σει, τῇ διδασκαλίᾳ. μὴ ἀ­μέλει τοῦ ἐν σοὶ χα­ρί­σματος, ὃ ἐδόθη σοι διὰ προ­φητείας μετὰ ἐπι­θέ­σεως τῶν χειρῶν τοῦ πρε­σ­βυτερίου. ταῦτα με­λέτ­α, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φα­νερὰ ᾖ ἐν πᾶσιν.

 

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 28 Ἰανουαρίου 2024, Κυριακὴ ΙE΄ Λουκᾶ (Λουκ. ιθ΄ 1-10)

Τῷ καιρῷ ἐκείνῳ, διήρχετο ὁ ᾿Ιησοῦς τὴν ῾Ιεριχώ· καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗ­τος ἦν πλούσιος, καὶ ἐζήτει ἰδεῖν τὸν ᾿Ιησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μι­κρὸς ἦν. καὶ προδρα­μὼν ἔμπροσ­θεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐ­κείνης ἤμελλε διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀ­να­βλέψας ὁ ᾿Ιησοῦς εἶδεν αὐ­τὸν καὶ εἶπε πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖ­ναι. καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. καὶ ἰδόν­τες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁ­μαρτωλῷ ἀνδρὶ εἰσῆλθε κα­τα­λῦσαι. σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑ­παρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐ­συκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. εἶπε δὲ πρὸς αὐτὸν ὁ ᾿Ιησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴ­κῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

Ἀσθένεια τῆς καρδίας

 

Σὲ ὅλη τὴν βιβλικοπατερικὴ παράδοση εἶναι γνωστὸ ὅτι ἡ καρδιὰ τοῦ ἀνθρώπου, ὅταν παύῃ νὰ ἐφαρμόζῃ τὸ θέλημα τοῦ Θεοῦ καὶ πράττῃ τὰ θελήματα τοῦ διαβόλου, ἀσθενεῖ καὶ νεκροῦται. Γίνεται λόγος γιὰ τὴν ἀσθένεια, τὴν πώρωση, τὴν ἀκαθαρσία, τὴν πνευματικὴ νέκρωση τῆς καρδιᾶς. Θὰ δοῦμε μερικὲς τέτοιες ἐκδηλώσεις τῆς ἀσθενοῦς καρδίας.

Φώτης Κόντογλου - Ὁ Ἥλιος τῆς Ἐρήμου. Ὁ Μέγας Εὐθύμιος

(ἀπὸ τὸ Ἀσάλευτο Θεμέλιο, Ἀκρίτας 1996)


Ἀληθινὰ κράζει ὁ προφήτης: «Ἀγαλλιάσθω ἡ ἔρημος καὶ ἀνθήτω ὡς κρῖνον». Μὲ τὴ θρησκεία τοῦ Χριστοῦ γεμίσανε οἱ ἐρημιὲς ἀπὸ ἁγίους ἀνθρώπους, ἀπὸ ἄνθη πνευματικά. «Καὶ ἀντὶ τῆς στιβῆς, ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονίζης, ἀναβήσεται μυρσίνη». Καὶ ὁ ὑμνωδὸς γιὰ τὸν καθένα ἀπ᾿ αὐτοὺς τοὺς ἀγγελικοὺς κατοίκους τῆς ἐρήμου, ποὺ εἴχανε τὸ δάκρυ καθημερινό, ἀλλὰ ὄχι τὸ δάκρυ τῆς ἀπελπισίας, ἀλλὰ τῆς κατανύξεως τὸ «χαροποιὸν δάκρυον» ψέλνει παθητικά: «Ταῖς τῶν δακρύων σου ροαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Εὐθύμιε πατὴρ ἡμῶν ὅσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.»

Ὀργίζεται ὁ Θεός; – Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 21 Ἰανουαρίου 2024

Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 21 Ἰανουαρίου 2024, ΚΘ΄ Κυριακῆς (Κολασ. γ΄ 4-11)

Ἀδελφοί, ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, δι᾿ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ­ἐζῆτε ἐν αὐτοῖς· νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, ­βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾿ εἰκόνα τοῦ κτίσαντος αὐτόν, ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 21 Ἰανουαρίου 2024, Κυριακὴ ΙΒ΄ Λουκᾶ (Λουκ. ιζ΄ 12-19)

12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, 13 καὶ αὐτοὶ ἦραν φωνὴν λέ­γοντες· Ἰησοῦ ἐπιστάτα, ἐ­­­λέησον ἡμᾶς. 14 καὶ ἰδὼν εἶπεν αὐτοῖς· πορευθέντες ἐπιδείξατε ἑ­­­-αυ­­τοὺς τοῖς ἱερεῦσι. καὶ ἐγέ­νετο ἐν τῷ ὑπάγειν αὐ­τοὺς ἐκαθαρίσθησαν. 15 εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φω­νῆς μεγάλης δοξάζων τὸν Θεόν, 16 καὶ ἔπεσεν ἐπὶ πρόσω­πον παρὰ τοὺς πόδας αὐ­τοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐχὶ οἱ δέκα ἐ­καθα­ρίσθησαν; οἱ δὲ ἐν­νέα ποῦ; 18 οὐχ εὑρέθησαν ὑποστρέ­ψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗ­τος; 19 καὶ εἶπεν αὐτῷ· ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.