Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 9 Ἰουνίου 2024, Κυριακή τοῦ Τυφλοῦ (Πράξ. ις΄ 16-34)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο πορευομένων ἡμῶν τῶν ἀποστόλων εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾿ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον·
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 9 Ἰουνίου 2024, Κυριακή τοῦ Τυφλοῦ (Πράξ. ις΄ 16-34)
Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 9 Ἰουνίου 2024, Κυριακὴ τoῦ Τυφλοῦ (Ἰωάν. θ΄ 1-38)
Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. 2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; 3 ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. 4 ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 5 ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. 6 ταῦτα εἰπὼν ἔπτυσε χα-μαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ 7 καὶ εἶπεν αὐτῷ·
Περισσότερα: Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 9 Ἰουνίου 2024, Κυριακὴ τoῦ Τυφλοῦ (Ἰωάν. θ΄ 1-38)
Χρωστᾶμε μεγαλύτερη τιμὴ στόν ἄλλο, ὅπως ὁ Χριστὸς ἀπέδωσε στήν Ἐκκλησία
Στήν εὐαγγελική περικοπή, τῆς Κυριακῆς τῆς Σαμαρείτιδος, βλέπουμε τήν δίψα τοῦ Θεοῦ γιά τήν σωτηρία τοῦ ἀνθρώπου καὶ τήν δίψα τοῦ ἀνθρώπου γιά τὴν ἀλήθεια τοῦ Θεοῦ. Διακρίνουμε τὸ μέγαλεῖο τῆς ἀγάπης τοῦ Θεοῦ, ποὺ κενώνεται καὶ κυνηγάει τὸν ἄνθρωπο σὲ ὅλους τοὺς δρόμους τῆς ζωῆς του καὶ τὸ μέγαλεῖο τοῦ ἀνθρώπου, ποὺ ἀπὸ τὴν ἐσχάτη πτώση, μπορεῖ, ὅταν συνεργήσει μέ τὸν Θεό, νά ἀνέβει σὲ ὕψη ἀγγελικά.
Περισσότερα: Χρωστᾶμε μεγαλύτερη τιμὴ στόν ἄλλο, ὅπως ὁ Χριστὸς ἀπέδωσε στήν Ἐκκλησία
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 2 Ἰουνίου 2024, Κυριακή τῆς Σαμαρείτιδος (Πράξ. ια΄ 19-30)
Εν ταῖς ἡμέραις ἐκείναις, διασπαρέντες οἱ ἀπόστολοι ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. καὶ ἦν χεὶρ Κυρίου μετ’ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον.
Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 2 Ἰουνίου 2024, Κυριακὴ τῆς Σαμαρείτιδος (Ἰωάν. δ΄ 5-42)
5 ἔρχεται οὖν [ὁ Ἰησοῦς] εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· 6 ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. 7 ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς· δός μοι πιεῖν. 8 οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι. 9 λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· πῶς σὺ Ἰουδαῖος ὢν παρ’ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. 10 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. 11 λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
Περισσότερα: Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 2 Ἰουνίου 2024, Κυριακὴ τῆς Σαμαρείτιδος (Ἰωάν. δ΄ 5-42)
«Ἐγὼ τῷ διψώντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεὰν»
Κατὰ τὴ Μεγάλη Τεσσαρακοστὴ γευόμαστε σὲ κάποιο βαθμὸ τὴ νέκρωση τοῦ Χριστοῦ. Στὴ μέση αὐτῆς τῆς περιόδου, ἡ Ἐκκλησία ἔχει θεσπίσει τὴν προσκύνηση τοῦ Τιμίου Σταυροῦ, ὥστε νὰ τονώσει τὴν ἔμπνευση καὶ νὰ μᾶς ἐνισχύσει στὸν ἀγώνα νὰ προευπρεπίσουμε τὶς ψυχές μας, γιὰ νὰ εἰσέλθουμε στὴ ζωοποιὸ παρουσία τοῦ ἀναστάντος Κυρίου. Μᾶς ὑπενθυμίζει ὅτι διὰ Σταυροῦ ἡ χαρὰ καὶ ἡ Ἀνάσταση εἰσῆλθαν στὸν κόσμο.
Στὴ μέση της περιόδου τοῦ Πεντηκοσταρίου, ἑορτάζουμε τὴ Μεσοπεντηκοστή, ποὺ ἀναδαυλίζει τὴ δίψα γιὰ τὸ Φῶς τοῦ Παρακλήτου, καὶ κατ’ αὐτὸν τὸν τρόπο μᾶς ἐνισχύει νὰ προσκαρτερήσουμε μὲ προσευχὴ καὶ ὁλοένα αὐξανόμενο πόθο, «ἕως οὐ ἐνδυθῶμεν δύναμιν ἐξ ὕψους». Ἡ Μεσοπεντηκοστὴ ἀποτελεῖ τὸ προοίμιο τῆς ἑορτῆς τῆς Πεντηκοστῆς, ὅταν ὁ Κύριος θὰ χορτάσει τὴν πείνα τῆς ψυχῆς μας, «ἐν τῷ ὀφθῆναι ἡμῖν τὴν δόξαν Αὐτοῦ».
Περισσότερα: «Ἐγὼ τῷ διψώντι δώσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεὰν»
Σελίδα 13 από 58