Αρχική

ΠΑΝΑΓΙΑ ΟΡΕΣΤΙΑΔΟΣ

ΠΕΡΙΟΔΙΚΑ & ΒΙΒΛΙΑ





 










ΕΟΡΤΟΛΟΓΙΟ

(C) 2013 Ιερός Ναός Κοιμήσεως Της Θεοτόκου Κλεισσούς Ορεστιάδος

 

Ο Απόστολος Κυριακής προ της Χριστού Γεννήσεως (Προς Εβραίους ια´ 9-10, ια´ 32-40)

 

Το Αποστολικό Ανάγνωσμα της Κυριακής προ της Χριστού Γεννήσεως

9 Πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· 10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός.

32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυῒδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

Περισσότερα...
 

Εὐαγγελικὸ ἀνάγνωσμα Κυριακῆς 24 Δεκεμβρίου 2017, Πρὸ τῆς Χριστοῦ Γεννήσεως (Ματθ. α΄ 1-25)

 

 

 

26Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ, Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά, Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ, Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ, Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ, Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδει­γματίσαι, ἐβουλή­θη λά­θρα ἀπολῦσαι αὐτήν. ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μα­­ριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐ­­τῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ρηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

Περισσότερα...
 

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ 17 ΔΕΚΕΜΒΡΙΟΥ 2017

 

ΙΑ΄ Λουκᾶ: Τῆς Κυριακῆς: Λουκ. ιδ΄ 16-24

 

Εἶπεν ὁ Κύριος τὴν ­παραβολὴν ταύ­την· ἄνθρωπός τις ­ἐποίησε δεῖ­πνον μέγα καὶ ἐκάλεσε ­­πολ­λούς· καὶ ἀ­­­­πέστειλε τὸν δοῦ­λον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς ­κεκλη­μέ­νοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάν­τα. καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖ­­σθαι πάντες. ὁ πρῶτος εἶπεν αὐτῷ· ἀ­­γρὸν ἠγόρασα, καὶ ἔχω ἀνά­γκην ­ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐ­­­ρω­τῶ σε, ἔχε με πα­ρῃτημένον. καὶ ἕτερος εἶπε· ζεύγη βοῶν ἠγόρασα πέν­τε, καὶ πο­ρεύ­­ομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με πα­ρῃτημένον. καὶ ἕτερος εἶπε· ­γυναῖ­κα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύ­ναμαι ἐλ­θεῖν. καὶ παραγενόμενος ὁ δοῦ­­­λος ἐ­­­­κεῖνος ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦ­­τα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπε τῷ δούλῳ αὐτοῦ· ἔξελθε τα­χέως εἰς τὰς πλατείας καὶ ρύμας τῆς πό­­λεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. καὶ εἶπεν ὁ δοῦλος· κύ­ριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγ­κασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶ­κός μου. λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημέ­νων γεύσεταί μου τοῦ δεί­πνου. πολ­λοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

Περισσότερα...
 

Ο ΑΓΙΟΣ ΕΛΕΥΘΕΡΙΟΣ

Ο Άγιος Ελευθέριος γεννήθηκε τον 2o αιώνα μ. Χ. στην Ελλάδα (κατά άλλους στην Ρώμη) από πλούσιους γονείς. Τότε αυτοκράτορας ήταν ο Κόμμοδος και ο Σεπτίνος Σεβήρος. Ορφανός από πατέρα, ανατράφηκε σύμφωνα με τις επιταγές του Ευαγγελίου από την ευσεβέστατη και φιλάνθρωπη μητέρα του, Ανθία (της Ευανθίας γόνος, στιχηρό Εσπερινού) (βλέπε ίδια ημέρα) η οποία έγινε χριστιανή ακούοντας το κήρυγμα από μαθητές του Απ. Παύλου.

Διακαής πόθος της Ανθίας ήταν να επισκεφτεί τη Ρώμη, που τα χώματά της είχαν βαφτεί με το αίμα των Αποστόλων Πέτρου και Παύλου. Κάποτε, λοιπόν, αποφάσισε και πήγε. Μαζί πήρε και το νεαρό γιό της Ελευθέριο. Ο επίσκοπος Ρώμης Ανίκητος (βλέπε 17 Απριλίου), όταν είδε τον Ελευθέριο εκτιμώντας την πολλή νοημοσύνη του, τη θερμή πίστη και το αγνό ήθος του, τον έλαβε υπό την προστασία του.

Σε ηλικία 15 ετών χειροτονήθηκε από τον επίσκοπο Ρώμης Ανίκητο, διάκονος και έπειτα από τρία χρόνια χειροτονήθηκε ιερέας. Από τη θέση αυτή ο Ελευθέριος αγωνίστηκε με ζήλο για τη διδαχή του ποιμνίου του, και σε έργα φιλανθρωπίας. Αργότερα και σε ηλικία είκοσι ετών, με κοινή ψήφο κλήρου και λαού έγινε επίσκοπος Ιλλυρικού, σημερινής Αλβανίας με έδρα την Αυλώνα.

Περισσότερα...
 

Ο Άγιος Σπυρίδων ο θαυματουργός

Το καύχημα των ορθοδόξων


(12 Δεκεμβρίου)

Γεννήθηκε το 270 μ.Χ. κι έζησε στα χρόνια του Μ. Κωνσταντίνου (306-337) και του γιου του Κωνστάντιου (337-361).

Γενέθλια πατρίδα του ο άγιος Σπυρίδων είχε όχι την Τριμυθούντα της Κύπρου, όπως γράφουν πολλοί και που σήμερα είναι ένα μικρό χωριό με το όνομα Τρεμετουσιά, αλλά τη γειτονική της κωμόπολη Άσσια.

Άνθρωπος, όπως λέμε εμείς σήμερα του βουνού και του κάμπου. Άνθρωπος της υπαίθρου, Και τέτοιος πραγματικά ήταν ο άγιος μας. Τέτοιοι ήσαν και οι γονείς του. Άνθρωποι αγρότες, φτωχοί, αλλά πολύ ενάρετοι και πιστοί. Γι' αυτό και το παιδί τους το ανέθρεψαν με προσοχή και φόβο θεού. Το ανέθρεψαν, όπως λέγει κι ο θείος Παύλος για τον μαθητή του Τιμόθεο, ότι τον ανέθρεψε η γιαγιά του Λωΐδα κι η μητέρα του Ευνίκη «εν παιδεία και νουθεσία Κυρίου».

Περισσότερα...
 
<< Έναρξη < Προηγούμενο 1 2 3 4 5 6 7 8 9 10 Επόμενο > Τέλος >>

JPAGE_CURRENT_OF_TOTAL

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

ΑΦΙΕΡΩΜΑ

ΤΗΛΕΟΡΑΣΗ ΠΑΝΑΓΙΑΣ

 

Το κανάλι της ενορίας μας!


ΡΑΔΙΟΦΩΝΟ ΠΑΝΑΓΙΑΣ

e-radio Παναγία Κλεισσούς.

e-radio της Εκκλησίας της Ελλάδας

e-radio Πειραϊκής Εκκλησίας

e-radio Αρχιεπισκοπής Κρήτης

e-radio Ιεράς Μητροπόλεως Σερρών και Νιγρίτης

Ο ΚΑΙΡΟΣ

 

ΤΥΧΑΙΕΣ ΕΙΚΟΝΕΣ Ι.Ν.

_DSF2965.JPG

ΕΓΚΟΛΠΙΟΝ ΕΠΙΤΡΟΠΟΥ

ΕΜΦΑΝΙΣΕΙΣ

Εμφανίσεις Περιεχομένου : 164828

ΕΠΙΣΚΕΠΤΕΣ ΤΩΡΑ

Έχουμε 5 επισκέπτες συνδεδεμένους
Joomla extensions by Siteground Hosting