Αρχική σελίδα

Πατριαρχικός καί Συνοδικός Τόμος.
Περί Αὐτοκεφάλου τῆς Ὀρθοδόξου Ἐκκλησίας τῆς Βουλγαρίας.

 

+ ΒΕΝΙΑΜΙΝ
ΕΛΕΩι ΘΕΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
ΝΕΑΣ ΡΩΜΗΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΟΣ ΠΑΤΡΙΑΡΧΗΣ

Ἀληθεύοντες δὲ ἐν ἀγάπη αὐξήσωµεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, ὁ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶµα συναρµολογούµενον καὶ συµβιβαζόµενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν µέτρῳ ἑνὸς ἑκάστου µέρους τὴν αὔξησιν τοῦ σώµατος ποιεῖται εἰς οἰκοδοµὴν ἑαυτοῦ ἐν ἀγάπῃ” τοῖς Ἐφεσίοις ἔγραφεν ὁ τῶν Ἐθνῶν Ἀπόστολος Παῦλος, τὴν θεοφιλῆ ἁρµονίαν καὶ πρὸς ἀλλήλους ἐπικοινωνίαν καὶ κανονικὴν τάξιν ἐν τῷ σώµατι τῆς Ἁγίας Ἐκκλησίας ὑπονοῶν, καὶ ταύτην ἐσαεὶ διαµένειν καὶ ὑφιστάµεθα παρακελευόµενος, ὥστε ἀπρόσκοπτον εἶναι τὴν ἐπὶ µέρους καὶ τὴν ἐν γένει οἰκονοµίαν και εὐόδωσιν τῶν ἐκκλησιαστικῶν πραγµάτων καὶ µείζονα, ὡς εἰκός, καὶ αὔξουσαν γίγνεσθαι τὴν ἐν Κυρίῳ καρποφορίαν τοῦ εὐσεβοῦς τῶν χριστιανῶν ἀθροίσµατος.

Ἐπειδὴ τοίνυν καὶ ἡ ἐν τοῖς ὁρίοις τοῦ θεοφρουρήτου Βουλγαρικοῦ Κράτους Ἐκκλησία, ἡ ἄνωθεν καὶ ἐξ ἀρχῆς ἰδιαιτέροις πνευµατικοῖς δεσµοῖς συνεχοµένη τῇ καθ’ ἡµᾶς Ἅγια τοῦ Χριστοῦ Μεγάλη Ἐκκλησία Κωνσταντινουπόλεως, καὶ ἐπὶ αἰῶνας µακροὺς ὑπὸ τὴν ἄµεσον κανονικὴν ἑξάρτησιν τοῦ καθ’ ἡµᾶς Ἁγιωτάτου Ἀποστολικοῦ καὶ Πατριαρχικοῦ Οἰκουµενικοῦ Θρόνου διατελέσασα, ἐξῃτήσατο διὰ γραµµάτων θερµῶν καταριθµηθῆναι αὐτὴν ἐν τῇ χορεία τῶν λοιπῶν Ὀρθοδόξων Αὐτοκεφάλων Ἐκκλησιῶν, ἡ Μετριότης ἡµῶν µετὰ τῶν περὶ ἡµᾶς Ἱερωτάτων Μητροπολιτῶν καὶ ὑπερτίµων, τῶν ἐν Ἁγίῳ Πνεύµατι ἀγαπητῶν ἡµῖν ἀδελφῶν καὶ συλλειτουργῶν, τῇ αἰτήσει ταύτῃ εὐµενῶς διατεθέντες καὶ πρώτιστα µὲν ἐν προκειµένῳ τῆν τῶν Ἰερῶν Κανόνων διακέλευσιν καὶ τὴν µακραίωνα τῆς Ἐκκλησίας πρᾶξιν ὑπ’ ὄψιν λαβόντες, εἶτα δὲ καὶ τὴν πρὸς τὴν ἐν Βουλγαρία Ἐκκλησίαν φιλόστοργον διάθεσιν ἔχοντες, ἅτε τῆς καθ’ ἡµᾶς Μεγάλης Ἐκκλησίας γεννησάσης ἐν Κυρίῳ καὶ γαλουχησάσης τὸ τῶν Βουλγάρων Ἔθνος, ἀπεδεξάµεθα τὸ πρὸς ἡµᾶς γενόµενον ὡς ἄνω αἴτηµα. Ὅθεν καὶ συνοδικῶς ἐν Ἁγίῳ Πνεύµατι ἀποφαινόµενοι, ἐπευλογοῦµεν τὴν αὐτοκέφαλον σύστασιν καὶ ὀργάνωσιν τῆς ἐν Βοὐλγαρια Ἁγίας Ἐκκλησίας, ὁρίζοντες ὅπως αὕτη, ἐπωνουµένη „Ἁγία Ὀρθόδοξος Αὐτοκέφαλος Ἐκκλησία τῆς Βουλγαρίας” καὶ πνευµατικὴ ἡµῶν ἀδελφὴ ὑπάρχουσα καὶ γνωριζοµένη τοῦ λοιποῦ, διοικῇ καὶ διέπη τὰ κατ’ αὐτὴν ἀνεξαρτήτως καὶ αὐτοκεφάλως, κατὰ τὴν τάξιν καὶ τὰ κυριαρχικὰ δικαιώµατα καὶ τῶν λοιπῶν Ὀρθοδόξων Αὐτοκεφάλων Ἐκκλησιῶν, ἀναγνωρίζουσα ὡς ὑπερτάτην αὐτῆς Εκκλησιαστικὴν Ἀρχὴν τὴν ἐξ Ἀρχιερέων ἀπαρτιζοµένην Ἱερὰν Σύνοδον καὶ ἔχουσαν Πρόεδρον τὸν κατὰ καιρὸν Μακαριώτατον Μητροπολίτην Σόφιας καὶ Ἔξαρχον πάσης Βουλγαριας.

Πρὸς τήρησιν δὲ καὶ ἔνδειξιν τῆς πνευµατικῆς καὶ κανονικῆς ἑνότητος µετὰ τοῦ καθ’ ἡµᾶς Ἁγιωτάτου Ἀποστολικοῦ καὶ Πατριαρχικοῦ Οἰκουµενικοῦ Θρόνου καὶ πασῶν τῶν Ὀρθοδόξων Αὐτοκεφάλων Ἐκκλησιῶν ὁ ἑκάστοτε Μακαριώτατος Μητροπολίτης Σόφιας καὶ Ἔξαρχος πάσης Βουλγαρίας ἔχει τὸ καθῆκον, κατὰ τὸν ἀνέκαθεν κρατήσαντα κανονικῆς σχέσεως καὶ κοινωνίας δεσµόν, ἀναγγέλειν δι’ Ἐνθρονιστηρίων Γραµµάτων τῇ τε καθ’ ἡµὰς Μεγάλη τοῦ Χριστοῦ Ἐκκλησία καὶ πάσαις ταῖς λοιπαῖς ἀδελφαῖς Ὀρθοδόξοις Αὐτοκεφάλοις Ἐκκλησίαις τὴν ἐκλογὴν καὶ ἀνάρρησιν αὐτοῦ, παρεχόµενος ἅµα τὴν ἀδελφικὴν ὁµολογίαν καὶ διαβεβαίωσιν περὶ τῆς ὑπ’ αὐτοῦ τε καὶ τῆς πεπιστευµένης αὐτῷ Ἐκκλησίας ἀπαρασφαλοῦς τηρήσεως τῆς ὀρθοδόξου πίστεως καὶ εὐσεβείας καὶ πράττων ὅσα οἱ θεῖοι καὶ ἱεροὶ Κανόνες καὶ ἡ µακραίων τῆς Ἐκκλησίας τάξις διακελεύονται, µνηµονεύειν ἐν τοῖς διπτύχοις τοῦ ὀνόµατος τοῦ Οἰκουµενικοῦ Πατριάρχου καὶ τῶν λοιπῶν Πατριαρχῶν καὶ τῶν ἄλλων Προέδρων τῶν Ὀρθοδόξων Αὐτοκεφάλων Ἐκκλησιῶν, ἀναφέρεσθαί τε πρὸς τὸν καθ’ ἡµᾶς Ἁγιώτατον Πατριαρχικὸν Οἰκουµενικὸν Θρόνον καὶ δι’ αὐτοῦ τε ἐπιζητεῖν καὶ λαµβάνειν τὴν ἔγκυρον γνώµην καὶ ἀντίληψιν αὐτοῦ τε καὶ τῶν λοιπῶν ἁγίων ἀδελφῶν Ἐκκλησιῶν ἐπὶ γενικῶν ἐκκλησιαστικῶν ζητηµάτων, τῆς καθολικωτέρας ψήφου καὶ δοκιµασίας δεοµένων.

Ταὐτὰ οὕτω δόξαντα καὶ συνοδικῶς ὑφ’ ἡµῶν κατὰ τὴν συνοδικὴν συνεδρίαν τῆς κβ΄ Φεβρουρίου ἐνεστῶτος ἔτους ἀποφασισθέντα καὶ κυρωθέντα βεβαιοῦµεν εἰς µόνιµον παραφυλακὴν καὶ διὰ τοῦ παρόντος Πατριαρχικοῦ ἡµῶν καὶ Συνοδικοῦ Τόµου, καταστρωθέντος καὶ ὑπογραφέντος ἐν τῷ Κώδικι τῆς καθ’ ἡµᾶς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, ἐν ἴσῳ δὲ καὶ ἀπαραλλάκτῳ ἀπολυθέντος καὶ σταλέντος τῳ Μακαριωτάτῳ Μητροπολίτῃ Σόφιας καὶ Ἐξάρχῳ πάσης Βουλγαρίας κυρίῳ Στεφάνῳ, Προέδρῳ τῆς Ἱερᾶς Συνόδου τῆς Ἁγίας Ὀρθοδόξου Αὐτοκεφάλου Ἐκκλησίας τῆς Βουλγαρίας.

Κύριος δὲ ὁ Θεός, χάριτι καὶ οἰκτιρµοῖς τοῦ Πρώτου καὶ Μεγάλου καὶ Ἄκρου Ἀρχιποίµενος Χριστοῦ τοῦ Θεοῦ ἡµῶν, στηριζοι ἐσαεὶ τὴν ἐν Βουλγαρία Ἁγίαν Ὀρθόδοξον Αὐτοκέφαλον Ἐκκλησίαν, προάγων καὶ αὔξων τὰ κατ’ αὐτὴν εἰς δόξαν τοῦ Ἁγίου Αὐτοῦ Ὀνόµατος, χαρὰν τῆς καθ’ ἡµᾶς Μεγάλης Ἐκκλησίας καὶ τῶν λοιπῶν ἀδελφῶν Ὀρθοδόξων Αὐτοκεφάλων Ἐκκλησιῶν καὶ ὠφέλειαν ψυχικὴν τοῦ εὐσεβοῦς κλήρου καὶ λαοῦ τοῦ θεοσώστου Βουλγαρικοῦ Κράτους.

Ἐν ἔτει σωτηρίῳ 1945, κατὰ µῆνα Φευρουάριου (κβ΄.), Ἐπινεµήσεως ΙΓ΄.

Ὁ Πατριάρχης Κωνσταντινουπόλεως ΒΕΝΙΑΜΙΝ ἀποφαίνεται

+ Ὁ Χαλκηδόνος Μάξιμος

+ Ὁ Προύσης Πολύκαρπος

+ Ὁ Πριγκηποννήσων Θωμᾶς

+ Ὁ Θεοδωρουπόλεως Λεόντιος

+ Ὁ Εἰρηνουπόλεως Κωνσταντῖνος

+ Ὁ Χριστουπόλεως Μελέτιος

+ Ὁ Λαοδικείας Δωρόθεος

+ Ὁ Φιλαδελφείας Αἰμιλιανός

+ Ὁ Προικοννήσου Φιλόθεος

+ Ὁ Κυδωνιῶν Ἀγαθάγγελος

+ Ὁ Γάνου καί Χώρας Παγκράτιος

+ Ὁ Περγάμου Ἀδαμάντιος

Αναθεώρηση: Δευτέρα, 18 Σεπτεμβρίου 2023.