Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 8 Μαρτίου 2026 Κυριακή Β΄ Νηστειῶν (Ἑβρ. α΄ 10 – β΄ 3)
10 καί· σὺ κατ’ ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· 11 αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, 12 καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. 13 πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 14 οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 8 Μαρτίου 2026, Κυριακή Β΄ Νηστειῶν (Ἑβρ. α΄ 10 – β΄ 3)
Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 8 Μαρτίου 2026, Β΄ Νηστειῶν (Μάρκ. β΄ 1-12)
Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς Καπερναοὺμ καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι. καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων· καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον, ἐφ’ ᾧ ὁ παραλυτικὸς κατέκειτο. ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· τί οὗτος οὕτω λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός;
Περισσότερα: Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 8 Μαρτίου 2026, Β΄ Νηστειῶν (Μάρκ. β΄ 1-12)
Γ΄ Ὠδή τοῦ Κανόνος τοῦ Ἀκαθίστου Ὕμνου
Ὁ Εἱρμὸς
«Τοὺς σούς ὑμνολόγους, Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον καὶ ἐν τῇ θείᾳ δόξῃ σου στεφάνων δόξης ἀξίωσον».
Αὐτῶν πού σὲ ὑμνολογοῦν, Θεοτόκε, σὰν πλούσια καὶ ζωντανὴ πηγὴ δωρεῶν, στερέωσε τὸν πνευματικὸ θίασο πού ἔχουν συγκροτήσει· καὶ στή θεία δόξα σου ἀξίωσέ τους νά λάβουν στεφάνια δόξας ἀμάραντης.
Τὸ σῶμα τῶν πιστῶν πού προσκυνοῦν εὐλαβικὰ τὸ ὄνομα τῆς Μητέρας τοῦ Θεοῦ, εἶναι εὐλογημένο ἀπὸ τὴν ὑπεραγία Θεοτόκο. Διότι ἡ Θεοτόκος εἶναι ἀέναη πηγὴ πνευματικῶν δωρημάτων. Ἀπὸ τὸ θεομητορικὸ της μυστήριο ἀναβλύζουν χάρες πολλές. Καὶ εἶναι φυσικὸ ἡ Μητέρα τοῦ Θεοῦ νά προστατεύει τὸ πνευματικὸ σῶμα τοῦ Υἱοῦ της καὶ νά τὸ στερεώνει στή χαρισματικὴ του αὔξηση καὶ προκοπή.
Α΄ Ὠδή τοῦ Ἀκαθίστου Ὕμνου
«Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος καὶ λόγον ἐρεύξομαι, τὴ βασιλίδι Μητρί· καὶ ὀφθήσομαι, φαιθρῶς πανηγυρίζων καὶ ἄσω γηθόμενος ταύτης τὰ θαύματα».
(Θ’ ἀνοίξω τὸ στόμα μου καὶ θὰ γεμίσει ἀπὸ Πνεῦμα ἅγιο καὶ θ’ ἀπευθύνω λόγο πρὸς τὴ βασίλισσα Μητέρα τοῦ Θεοῦ· καὶ θὰ μὲ δοῦν νὰ πανηγυρίζω μὲ φαιδρότητα, ψάλλοντας μὲ εὐφρόσυνη χαρὰ τὰ θαυμαστὰ μεγαλεῖα της).
Ὁ προφορικὸς λόγος εἶναι ἡ ἐξωτερίκευση τοῦ μυστικοῦ ἐνδιάθετου λόγου. Ἐκφράζεται μὲ τὰ ὄργανα ὁμιλίας· εἶναι λόγος στοματικός. Καὶ οἱ δύο λόγοι -ἐνδιάθετος καὶ προφορικὸς- εἶναι ἐκδηλώματα τῆς πνευματικῆς ὑποστάσεως τοῦ ἀνθρώπου, τῆς εἰκόνας τοῦ Θεοῦ, ἡ ὁποία ἔχει τὴν ἱκανότητα νὰ διαλέγεται ἐσωτερικὰ μὲ τὸν ἑαυτό της καὶ τὸν Θεὸ καὶ νὰ ἐπικοινωνεῖ ἐξωτερικὰ μὲ τοὺς ἄλλους ἀνθρώπους. Τὰ ὑπόλοιπα ζῶα δὲν ἔχουν λόγους. Ἔχουν μονάχα ἔνστικτα, φυσικὲς κινήσεις καὶ ὁρμές.
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς Κυριακῆς 1 Μαρτίου 2026, τῆς Ὀρθοδοξίας (Ἑβρ. ια΄ 24-26, 32-40)
Ἀδελφοί, πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ· ἀπέβλεπε γὰρ εἰς τὴν μισθαποδοσίαν. Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.
Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς Κυριακῆς 1 Μαρτίου 2026, τῆς Ὀρθοδοξίας (Ἰω. α΄ 44-52)
Τῷ καιρῷ ἐκείνῳ, ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου. εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε. εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ·
Περισσότερα: Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 1 Μαρτίου 2026, τῆς Ὀρθοδοξίας (Ἰω. α΄ 44-52)
Σελίδα 7 από 94








