Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 29 Μαρτίου 2026, Κυριακή Ε΄ Νηστειῶν (Ἑβρ. θ΄ 11-14)
11 Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τοῦτ’ ἔστιν οὐ ταύτης τῆς κτίσεως, 12 οὐδὲ δι’ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. 13 εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ραντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, 14 πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;
Περισσότερα: Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 29 Μαρτίου 2026, Κυριακή Ε΄ Νηστειῶν (Ἑβρ. θ΄ 11-14)
Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 29 Μαρτίου 2026, Κυριακὴ Ε΄ Νηστειῶν (Μάρκ. ι΄ 32-45)
32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, καὶ ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, 33 ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, 34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. 35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ Ζεβεδαίου λέγοντες· διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν. 36 ὁ δὲ εἶπεν αὐτοῖς· τί θέλετε ποιῆσαί με ὑμῖν; 37 οἱ δὲ εἶπον αὐτῷ· δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. 38 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; 39 οἱ δὲ εἶπον αὐτῷ· δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται. 41 καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42 ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς· οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν· 43 οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν, ἀλλ᾿ ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, 44 καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος· 45 καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
Περισσότερα: Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 29 Μαρτίου 2026, Κυριακὴ Ε΄ Νηστειῶν (Μάρκ. ι΄ 32-45)
Ακάθιστος Ὕμνος
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες παρὰ τὸν Κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλὴν ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος καὶ Θεός, εὐλογητὸς εἶ».
Οἱ θεόφρονες (Τρεῖς Παῖδες) δὲν θέλησαν νὰ λατρεύσουν τὰ κτίσματα ἀντὶ τοῦ Κτίσαντος· ἀλλὰ ἀψηφίσαντες μὲ ἀνδρεία τὴν ἀπειλὴ τοῦ τυράννου, μὲ χαρὰ ἔψαλλαν· Ὑπερύμνητε Πατέρα, Κύριε καὶ Θεέ, εἶσαι εὐλογημένος.
Ὁ ποιητὴς ἀνατρέχει στὴν Π. Διαθήκη γιὰ νὰ συναντήσει ἐκεῖ τούς ἁγίους Τρεῖς Παῖδες καὶ νὰ δείξει τὴ δύναμη τῆς πίστεως στὸν ἀληθινὸ Θεό, ποὺ κατακόβει καὶ συντρίβει τὴν εἰδωλικὴ μανία ἐκείνων ποὺ εἰδωλοποιοῦν τὸν ἑαυτό τους, καταφρονώντας καὶ βρίζοντας τὸν ἅγιο Θεό. Οἱ τρεῖς ἐκεῖνοι Ἰσραηλίτες νέοι, ὁ Σεδράχ, ὁ Μισὰχ καὶ ὁ Ἀβδεναγώ (Ἀνανίας, Μισαὴλ καὶ Ἀζαρίας), ἦσαν οἱ μόνοι ποὺ δὲν γονάτισαν σὲ μία δεδομένη στιγμὴ νὰ προσκυνήσουν τὴν εἰκόνα τὴ χρυσή τοῦ Ναβουχοδονόσορα.
25η Μαρτἰου 1821
άγγελμα Σωτηρίας του ανθρώπινου γένους
και Ελευθερίας του Ελληνισμού.
Αγάλλεται και πανηγυρίζει η Ορθοδοξία και σύμπας ο Ελληνισμός. Ξημερώνει η 25η Μαρτίου. Ημέρα που σηματοδοτεί την Ελευθερία του ανθρώπου. Ελευθερώνεται ο άνθρωπος από τα δεσμά της αμαρτίας και ο Έλληνας αποκτά την Λευτεριά του. Τον ευαγγελισμό της Υπεραγίας Θεοτόκου και την έναρξη του αγώνα του 21 για την Ελευθερία πανηγυρίζει ο ελληνισμός πανταχού της γης.
Ο αρχάγγελος Γαβριήλ με εντολή του Θεού Πατρός μεταφέρει στην Παναγία μας το χαρμόσυνο μήνυμα: θα γίνει η μητέρα του Θεού, του Χριστού μας, του δευτέρου προσώπου της Αγίας Τριάδος.
Περισσότερα: 25η Μαρτἰου 1821 άγγελμα Σωτηρίας του ανθρώπινου γένους και Ελευθερίας του Ελληνισμού.
Δέσποινα, ὑπεραγία Θεοτόκε
Δέσποινα, ὑπεραγία μου Θεοτόκε, κεχαριτωμένη Θεογεννήτρια, ὑπερευλογημένη θεοχαρίτωτε Θεομῆτορ, δοχεῖον τῆς ἀστέκτου Θεότητος τοῦ μονογενοῦς Υἱοῦ τοῦ ἀθανάτου καὶ ἀοράτου Πατρός, θρόνε πυρίμορφε, τῶν τετραμόρφων ὑπερενδοξοτέρα, πάναγνε, πανάχραντε, πανάσπιλε, παναμόλυντε, παναμώμητε, πανύμνητε, πανάφθορε, παμμακάριστε, πανακήρατε, πάνσεπτε, πάντιμε, παντευλόγητε, παντομνημόνευτε, παμπόθητε, παρθένε τῇ ψυχῇ καὶ τῷ σώματι καὶ τῷ νοΐ, καθέδρα Βασιλέως τοῦ ἐπὶ τῶν Χερουβείμ, κλίμαξ ἐπουράνιε, δι’ ἧς οἱ ἐπὶ γῆς εἰς οὐρανοὺς ἀνατρέχομεν, νύμφη Θεοῦ, δι’ ἧς αὐτῷ κατηλλάγημεν·
Ἀκατανόητον θαῦμα, ἀνερμήνευτον ἄκουσμα, μυστηρίου θείου ἀποκεκρυμμένου φανέρωσις, ἀκαταμάχητος προστασία, ἀντίληψις κραταιά, ζωοδόχε πηγή, πέλαγος ἀνεξάντλητον τῶν θείων καὶ ἀπορρήτων χαρισμάτων καὶ δωρεῶν, ὕψος τῶν ἐπουρανίων καὶ ἀσωμάτων Δυνάμεων καὶ τῶν Σεραφεὶμ ὑψηλοτέρα, βάθος τῶν ἀποκρύφων νοημάτων τὸ ἀνεξερεύνητον, ἡ κοινὴ φιλοτιμία τῆς φύσεως, ἁπάντων τῶν καλῶν χορηγία, ἡ μετὰ τὴν Τριάδα πάντων τῶν ποιημάτων Δέσποινα, ἡ μετὰ τὸν Παράκλητον ἄλλος Παράκλητος, καὶ μετὰ τὸν μεσίτην Χριστὸν μεσίτρια τοῦ κόσμου παντός, τὸ ὄχημα ἡλίου τοῦ νοητοῦ, τὸ δοχεῖον τοῦ φωτὸς τοῦ ἀληθινοῦ τοῦ φωτίζοντος πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἡ φέρουσα ἐν ἀγκάλαις τὸν τῷ ῥήματι τὰ πάντα φέροντα·
Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 22 Μαρτίου 2026, Κυριακή Δ΄ Νηστειῶν (Ἑβρ. δ΄ 14 – ε΄ 6)
Ἀδελφοί, τῷ Ἀβραὰμ ἐπαγγειλάμενος ὁ Θεός, ἐπεὶ κατ᾿ οὐδενὸς εἶχε μείζονος ὀμόσαι, ὤμοσε καθ᾿ ἑαυτοῦ, λέγων· ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ σε· καὶ οὕτω μακροθυμήσας ἐπέτυχε τῆς ἐπαγγελίας. ἄνθρωποι μὲν γὰρ κατὰ τοῦ μείζονος ὀμνύουσι, καὶ πάσης αὐτοῖς ἀντιλογίας πέρας εἰς βεβαίωσιν ὁ ὅρκος· ἐν ᾧ περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς ἐπαγγελίας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος· ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ τε καὶ βεβαίαν καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀρχιερεὺς γενόμενος εἰς τὸν αἰῶνα.
Περισσότερα: Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 22 Μαρτίου 2026, Κυριακή Δ΄ Νηστειῶν (Ἑβρ. δ΄ 14 – ε΄ 6)
Σελίδα 6 από 94










