Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 16 Νοεμβρίου 2025, Εὐαγγελιστοῦ Ματθαίου (Ρωμ. ι΄ 11 – ια΄ 2)
11 λέγει γὰρ ἡ γραφή· πᾶς ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ καταισχυνθήσεται. 12 οὐ γὰρ ἔστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· 13 πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. 14 πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; 15 πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; καθὼς γέγραπται· ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά! 16 Ἀλλ᾿ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἡσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; 17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ρήματος Θεοῦ. 18 ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ρήματα αὐτῶν. 19 ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω Ἰσραήλ; πρῶτος Μωϋσῆς λέγει· ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾿ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. 20 Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. 21 πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.
ια΄ 1 Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. 2 οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω.
Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 16 Νοεμβρίου 2025, Τοῦ Εὐαγγελιστοῦ Ματθαίου (Ματθ. θ΄ 9-13)

Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. πορευθέντες δὲ μάθετε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν. οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
Ο Βίος του Αγίου Νεκταρίου
Ο Αγιος Νεκτάριος γεννήθηκε στη Σηλυβρία της Θράκης το 1846. Γονείς του ήταν ο Δήμος και η Βασιλική Κεφαλά. Ήταν το πέμπτο αγόρι της οικογένειας και όταν τον βάφτισαν του έδωσαν το όνομα Αναστάσιος. Στην Σηλυβρία διδάχτηκε τα πρώτα γράμματα, αλλά επειδή η οικογένειά του ήταν φτωχή, αποφάσισε να πάει στην Κωνσταντινούπολη όπου θα συνέχιζε τις σπουδές του, ενώ ταυτόχρονα θα εργαζόταν.
Πράγματι, σε ηλικία 14 ετών, πήγε στη Βασιλεύουσα όπου άρχισε να εργάζεται στο καπνεργοστάσιο ενός συγγενή του. Παρόλο που εργαζόταν, δεν τον πλήρωναν για την εργασία του κι έτσι ο Αγιος δυσκολευόταν να βρει ακόμα και να φάει. Οι δυσκολίες της ζωής, δεν τον εμπόδισαν, όμως, τα βράδια του να τα αφιερώνει στη μάθηση και να τα περνά διαβάζοντας βιβλία και εκκλησιαστικές μελέτες.
Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 9 Νοεμβρίου 2025, ΚΒ΄ Ἐπιστολῶν (Γαλ. ς΄ 11-18)
11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12 ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. 13 οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14 ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. 15 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16 καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. 17 Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. 18 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.
Περισσότερα: Ἀποστολικὸ Ἀνάγνωσμα Κυριακῆς 9 Νοεμβρίου 2025, ΚΒ΄ Ἐπιστολῶν (Γαλ. ς΄ 11-18)
Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 9 Νοεμβρίου 2025, Z΄ Λουκᾶ (Λουκ. η΄ 41-56)
Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ ᾿Ιησοῦ, ᾧ ὄνομα ᾿Ιάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ ᾿Ιησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. ᾿Εν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. καὶ γυνὴ οὖσα ἐν ρύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς θεραπευθῆναι, προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ρύσις τοῦ αἵματος αὐτῆς. καὶ εἶπεν ὁ ᾿Ιησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι, καὶ λέγεις τίς ὁ ἁψάμενός μου; ὁ δὲ ᾿Ιησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ. ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾿ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα. ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. ῎Ετι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν διδάσκαλον. ὁ δὲ ᾿Ιησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· μὴ φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ ᾿Ιωάννην καὶ ᾿Ιάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπε· μὴ κλαίετε· οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησε λέγων· ἡ παῖς, ἐγείρου. καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς. ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
Περισσότερα: Εὐαγγελικὸ Ἀνάγνωσμα Κυριακῆς 9 Νοεμβρίου 2025, Z΄ Λουκᾶ (Λουκ. η΄ 41-56)
Η προέλευση τῶν ἀγγελικῶν δυνάμεων.
Ἀπό τό βιβλίο: “‘Αββᾶ Κασσιανοῦ, Συνομιλίες μέ τούς Πατέρες τῆς ἐρήμου”, τ. Α΄,
ἐκδ. ΕΤΟΙΜΑΣΙΑ Ἱερά Μονή Τιμίου Προδρόμου Καρέα.
Πρίν δημιουργήσει ὁ Θεός τόν ὁρατό κόσμο, ἔπλασε τίς οὐράνιες πνευματικές Δυνάμεις, τούς ῾Αγίους ᾿Αγγέλους. ῾Η γνώση καί ἡ αἴσθηση ὅτι αὐτοί ἔχουν παραχθεῖ ἀπό τό μηδέν, δηλαδή ἀπό τήν πλήρη ἀνυπαρξία καί ἔχουν κληθεῖ νά συμμετέχουν σέ τέτοια δόξα καί μακαριότητα —κι αὐτό ὄχι ἀπό κάποια ἀνάγκη τοῦ Δημιουργοῦ, ἀλλά ἀπό τή Θεϊκή Του ἀγάπη καί μόνο— δημιουργοῦσε στούς ᾿Αγγέλους τήν εὐχαριστιακή καί δοξολογική τάση, ὥστε νά Τοῦ ἀνταποδίδουν «εἰς τό διηνεκές» ἐκφράσεις εὐγνωμοσύνης καί νά ἀναπέμπουν σ᾿ Αὐτόν ἀτέρμονη δοξολογία.
Κανείς ἀπό τούς πιστούς δέν ἀμφιβάλλει γι᾿ αὐτό. Δέν πρέπει ἀσφαλῶς νά νομίζουμε ὅτι ὁ Θεός ἄρχισε τό δημιουργικό ἔργο Του μέ τή σύσταση αὐτοῦ τοῦ ὁρατοῦ κόσμου. ῞Οτι δηλαδή ἡ Θεία Πρόνοια, πού κυβερνᾶ τά πάντα, παρέμεινε ἀδρανής κατά τή διάρκεια τῶν ἀναρίθμητων αἰώνων πού προηγήθηκαν τῆς δημιουργίας τοῦ κόσμου, καί ὅτι ὁ Θεός ἦταν κλεισμένος στήν πληρότητα τῆς Θεϊκῆς Του ὕπαρξης. Δέν εἶναι σωστό νά πιστεύουμε ὅτι ὁ Θεός τότε δέν μποροῦσε νά «ἐκχύσει» τό ἀγαθό, ἐπειδή δῆθεν ἡ ἀγαθότητά Του δέν εἶχε ἀποδέκτες τῶν δωρεῶν Του. Μιά τέτοια πίστη θά σήμαινε ὅτι τρέφουμε χαμηλά καί ἀνάρμοστα βιώματα γι᾿ αὐτή τήν ἄπειρη, αἰώνια καί ἀκατάληπτη Θεία Μεγαλειότητα.
Σελίδα 4 από 87
Για τους μικρούς μας φίλους
Φήμη Μητροπολίτου Δ.Ο. & Σ. κ Δαμασκηνού
Μέγας Παρακλητικός Κανών στην Παναγία.
Φωτογραφικό αφιέρωμα στον +π. Παναγιώτη Σαραντακκλησιώτη
Πανηγυρικός Αρχιερατικός Εσπερινός στην Παναγία
Ο καιρός στην Ορεστιάδα
Επισκέπτες






![]() | Σήμερα | 54 |
![]() | Χθες | 88 |
![]() | Αυτή την εβδομάδα | 301 |
![]() | Αυτό το μήνα | 865 |
![]() | Όλες τις ημέρες | 54692 |




