Η ντροπή των μύθων
Και τους μεν παλαιούς θα γνωρίζης καλλίτερα και από εμέ, τον Ηρόδοτον π.χ. και τον Κτησίαν τον Κνίδιον, και προ πάντων τους ποιητάς και αυτόν τον Όμηρον, όλους περιφήμους ανθρώπους, οίτινες μεταχειρίσθησαν γραπτόν το ψεύδος, ώστε όχι μόνο τους συγχρόνους των εξηπάτησαν, αλλά και μέχρις ημών φθάνει το ψεύδος των, φυλασσόμενον διαδοχικών εις ωραίους στίχους και μέτρα. Εις εμέ τουλάχιστον συμβαίνει πολλάκις να εντρέπωμαι δια λογαριασμόν των, όταν διηγούνται τον ευνουχισμόν του Ουρανού, του Προμηθέως την δέσμευσιν, των Γιγάντων την επανάστασιν και όλην την τραγωδίαν του Άδου, και ότι δι’ έρωτα ο Ζευς έγινε ταύρος ή κύκνος και γυναίκες μετεμορφώθησαν εις πτηνά ή αρκούδες· προσέτι δε δια τους Πηγάσους, τας Χιμαίρας, τας Γοργόνας και τους Κύκλωπας και όσα τοιαύτα, παράξενα και απίθανα παραμύθια διηγούνται, τα οποία είναι κατάλληλα μόνον δια παιδιά, τα οποία φοβούνται ακόμη την Μορμώ και την Λάμιαν.
(Λουκ., Φιλοψευδής 2, μετ. Ι. Κονδυλάκης)
Τα φόβητρα των παιδιών
Καὶ πρῶτον ὅτι τοὺς μύθους ἀπεδέξαντο οὐχ οἱ ποιηταὶ μόνον, ἀλλὰ καὶ αἱ πόλεις πολὺ πρότερον καὶ οἱ νομοθέται τοῦ χρησίμου χάριν, βλέψαντες εἰς τὸ φυσικὸν πάθος τοῦ λογικοῦ ζῴου· φιλειδήμων γὰρ ἅνθρωπος, προοίμιον δὲ τούτου τὸ φιλόμυθον. ἐντεῦθεν οὖν ἄρχεται τὰ παιδία ἀκροᾶσθαι καὶ κοινωνεῖν λόγων ἐπὶ πλεῖον. αἴτιον δ᾽, ὅτι καινολογία τίς ἐστιν ὁ μῦθος, οὐ τὰ καθεστηκότα φράζων ἀλλ᾽ ἕτερα παρὰ ταῦτα· ἡδὺ δὲ τὸ καινὸν καὶ ὃ μὴ πρότερον ἔγνω τις· τοῦτο δ᾽ αὐτό ἐστι καὶ τὸ ποιοῦν φιλειδήμονα. ὅταν δὲ προσῇ καὶ τὸ θαυμαστὸν καὶ τὸ τερατῶδες, ἐπιτείνει τὴν ἡδονήν, ἥπερ ἐστὶ τοῦ μανθάνειν φίλτρον. κατ᾽ ἀρχὰς μὲν οὖν ἀνάγκη τοιούτοις δελέασι χρῆσθαι, προϊούσης δὲ τῆς ἡλικίας ἐπὶ τὴν τῶν ὄντων μάθησιν ἄγειν, ἤδη τῆς διανοίας ἐρρωμένης καὶ μηκέτι δεομένης κολάκων. καὶ ἰδιώτης δὲ πᾶς καὶ ἀπαίδευτος τρόπον τινὰ παῖς ἐστι φιλομυθεῖ τε ὡσαύτως· ὁμοίως δὲ καὶ ὁ πεπαιδευμένος μετρίως· οὐδὲ γὰρ οὗτος ἰσχύει τῷ λογισμῷ, πρόσεστι δὲ καὶ τὸ ἐκ παιδὸς ἔθος. ἐπεὶ δ᾽ οὐ μόνον ἡδὺ ἀλλὰ καὶ φοβερὸν τὸ τερατῶδες, ἀμφοτέρων ἐστὶ τῶν εἰδῶν χρεία πρός τε τοὺς παῖδας καὶ τοὺς ἐν ἡλικίᾳ· τοῖς τε γὰρ παισὶ προσφέρομεν τοὺς ἡδεῖς μύθους εἰς προτροπήν, εἰς ἀποτροπὴν δὲ τοὺς φοβερούς· ἥ τε γὰρ Λάμια μῦθός ἐστι καὶ ἡ Γοργὼ καὶ ὁ Ἐφιάλτης καὶ ἡ Μορμολύκη.
(Στρ., Γεωγρ. 1.2.8.1-25)